Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.98 Joseph. AJ 9.102 (English) >>Joseph. AJ 9.106

9.100ὅτι τε τοὺς ἀδελφοὺς διεχρήσατο καὶ τοὺς ἀγαθοὺς ἄνδρας καὶ δικαίους ἀπέκτεινεν· τήν τε τιμωρίαν ἣν ἀντὶ τούτων ὑφέξειν ἔμελλεν ἐσήμαινε τοῖς γράμμασιν προφήτης, ὄλεθρον τοῦ λαοῦ καὶ φθορὰν γυναικῶν αὐτοῦ τοῦ βασιλέως καὶ τέκνων, 9.101καὶ ὅτι τεθνήξεται νόσῳ τῆς νηδύος ἐπὶ πολὺ βασανισθεὶς καὶ τῶν ἐντέρων αὐτοῦ διʼ ὑπερβολὴν τῆς τῶν ἐντὸς διαφθορᾶς ἐκρυέντων, ὥστʼ αὐτὸν ὁρῶντα τὴν αὑτοῦ συμφορὰν καὶ μηδὲν βοηθῆσαι δυνάμενον ἔπειθʼ οὕτως ἀποθανεῖν. ταῦτα μὲν ἐδήλου διὰ τῆς ἐπιστολῆς Ἠλίας. 9.102

Μετʼ οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα. 9.103μετὰ δὲ ταύτην τὴν συμφορὰν αὐτὸς τὴν προειρημένην ὑπὸ τοῦ προφήτου νόσον ἐπὶ πλεῖστον νοσήσας χρόνον, ἐπέσκηψε γὰρ εἰς τὴν γαστέρα τὸ θεῖον αὐτοῦ τὴν ὀργήν, ἐλεεινῶς ἀπέθανεν ἐπιδὼν αὐτοῦ τὰ ἐντὸς ἐκρυέντα. περιύβρισε δʼ αὐτοῦ καὶ τὸν νεκρὸν λαός· 9.104λογισάμενος γὰρ οἶμαι τὸν οὕτως ἀποθανόντα κατὰ μῆνιν θεοῦ μηδὲ κηδείας τῆς βασιλεῦσι πρεπούσης ἄξιον εἶναι τυχεῖν, οὔτε ταῖς πατρῴαις ἐνεκήδευσεν αὐτὸν θήκαις οὔτε ἄλλης τιμῆς ἠξίωσεν, ἀλλʼ ὡς ἰδιώτην ἔθαψε, βιώσαντα μὲν ἔτη τεσσαράκοντα, βασιλεύσαντα δὲ ὀκτώ. παραδίδωσι δὲ τὴν ἀρχὴν δῆμος τῶν Ἱεροσολυμιτῶν τῷ παιδὶ αὐτοῦ Ὀχοζίᾳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.98 Joseph. AJ 9.102 (English) >>Joseph. AJ 9.106

Powered by PhiloLogic